Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.187 Joseph. AJ 14.192 (English) >>Joseph. AJ 14.198

14.190

Γάιος Ἰούλιος Καῖσαρ αὐτοκράτωρ καὶ ἀρχιερεὺς δικτάτωρ τὸ δεύτερον Σιδωνίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. εἰ ἔρρωσθε εὖ ἂν ἔχοι, κἀγὼ δὲ ἔρρωμαι σὺν τῷ στρατοπέδῳ. 14.191τῆς γενομένης ἀναγραφῆς ἐν τῇ δέλτῳ πρὸς Ὑρκανὸν υἱὸν Ἀλεξάνδρου ἀρχιερέα καὶ ἐθνάρχην Ἰουδαίων πέπομφα ὑμῖν τὸ ἀντίγραφον, ἵνʼ ἐν τοῖς δημοσίοις ὑμῶν ἀνακέηται γράμμασιν. βούλομαι δὲ καὶ ἑλληνιστὶ καὶ ῥωμαϊστὶ ἐν δέλτῳ χαλκῇ τοῦτο ἀνατεθῆναι. 14.192ἔστιν δὴ τοῦτο· Ἰούλιος Καῖσαρ αὐτοκράτωρ τὸ δεύτερον καὶ ἀρχιερεὺς μετὰ συμβουλίου γνώμης ἐπέκρινα. ἐπεὶ Ὑρκανὸς Ἀλεξάνδρου Ἰουδαῖος καὶ νῦν καὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἔν τε εἰρήνῃ καὶ πολέμῳ πίστιν τε καὶ σπουδὴν περὶ τὰ ἡμέτερα πράγματα ἐπεδείξατο, ὡς αὐτῷ πολλοὶ μεμαρτυρήκασιν αὐτοκράτορες, 14.193καὶ ἐν τῷ ἔγγιστα ἐν Ἀλεξανδρείᾳ πολέμῳ μετὰ χιλίων πεντακοσίων στρατιωτῶν ἧκεν σύμμαχος καὶ πρὸς Μιθριδάτην ἀποσταλεὶς ὑπʼ ἐμοῦ πάντας ἀνδρείᾳ τοὺς ἐν τάξει ὑπερέβαλεν, 14.194διὰ ταύτας τὰς αἰτίας Ὑρκανὸν Ἀλεξάνδρου καὶ τὰ τέκνα αὐτοῦ ἐθνάρχας Ἰουδαίων εἶναι ἀρχιερωσύνην τε Ἰουδαίων διὰ παντὸς ἔχειν κατὰ τὰ πάτρια ἔθη, εἶναί τε αὐτὸν καὶ τοὺς παῖδας αὐτοῦ συμμάχους ἡμῖν ἔτι τε καὶ ἐν τοῖς κατʼ ἄνδρα φίλοις ἀριθμεῖσθαι, 14.195ὅσα τε κατὰ τοὺς ἰδίους αὐτῶν νόμους ἐστὶν ἀρχιερατικὰ φιλάνθρωπα, ταῦτα κελεύω κατέχειν αὐτὸν καὶ τὰ τέκνα αὐτοῦ· ἄν τε μεταξὺ γένηταί τις ζήτησις περὶ τῆς Ἰουδαίων ἀγωγῆς, ἀρέσκει μοι κρίσιν γίνεσθαι παρʼ αὐτοῖς. παραχειμασίαν δὲ χρήματα πράσσεσθαι οὐ δοκιμάζω.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.187 Joseph. AJ 14.192 (English) >>Joseph. AJ 14.198

Powered by PhiloLogic